Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.459 Joseph. BJ 1.464 (English) >>Joseph. BJ 1.469

1.462σκεπτέσθω δʼ ἕκαστος τήν τε ἡλικίαν μου καὶ τὴν ἀγωγὴν τοῦ βίου καὶ τὴν εὐσέβειαν· οὔτε γὰρ οὕτως εἰμὶ γέρων ὥστʼ ἂν ἀπελπισθῆναι ταχέως, οὔτε εἰς τρυφὴν ἐκδιαιτώμενος, καὶ νέους ἐπιτέμνεται· τὸ δὲ θεῖον οὕτως τεθεραπεύκαμεν ὥστʼ

-- --

ἂν ἐπὶ μήκιστον βίου προελθεῖν. 1.463 δὴ τοὺς ἐμοὺς παῖδας θεραπεύων ἐπὶ τῇ ἐμῇ καταλύσει δώσει μοι καὶ περὶ ἐκείνων δίκας· οὐ γὰρ ἐγὼ φθονῶν τοῖς ἐξ ἐμοῦ γεγενημένοις ἀνακόπτω τὴν εἰς αὐτοὺς φιλοτιμίαν, ἐπιστάμενος δὲ τοῖς νέοις γίνεσθαι τὰς σπουδὰς θράσους ἐφόδιον. 1.464εἴ γε μὴν ἕκαστος ἐνθυμηθείη τῶν προσιόντων, ὅτι χρηστὸς μὲν ὢν παρʼ ἐμοῦ λήψεται τὴν ἀμοιβήν, στασιάζων δὲ καὶ παρὰ τῷ θεραπευομένῳ τὸ κακόηθες ἀνόνητον ἕξει, πάντας οἶμαι τὰ ἐμὰ φρονήσειν, τουτέστιν τὰ τῶν ἐμῶν υἱῶν· καὶ γὰρ τούτοις συμφέρει κρατεῖν ἐμὲ κἀμοὶ τούτους ὁμονοεῖν. 1.465ὑμεῖς δέ, παῖδες ἀγαθοί, πρῶτον μὲν ἐνθυμούμενοι τὴν ἱερὰν φύσιν, ἧς καὶ παρὰ θηρίοις αἱ στοργαὶ μένουσιν, ἔπειτα τὸν ποιησάμενον ἡμῶν τὰς διαλλαγὰς Καίσαρα, τρίτον ἐμὲ τὸν ἐν οἷς ἔξεστιν ἐπιτάσσειν παρακαλοῦντα, μείνατε ἀδελφοί. δίδωμι δὲ ὑμῖν ἐσθῆτα ἤδη καὶ θεραπείαν βασιλικήν· ἐπεύχομαι δὲ καὶ τῷ θεῷ τηρῆσαι τὴν ἐμὴν κρίσιν, 1.466ἂν ὁμονοῆτε.” ταῦτʼ εἰπὼν καὶ φιλοφρόνως ἕκαστον τῶν υἱῶν κατασπασάμενος διέλυσεν τὸ πλῆθος, τοὺς μὲν συνευχομένους τοῖς εἰρημένοις, ὅσοι δʼ ἐπεθύμουν μεταβολῆς, μηδʼ ἀκηκοέναι προσποιουμένους.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 1.459 Joseph. BJ 1.464 (English) >>Joseph. BJ 1.469

Powered by PhiloLogic